Psalms 34

1
LXX: Psa.33:1
τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Αβιμελεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.
LXX: Psa.33:2
Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς αἴνεσις αὐτοῦ ἐν Τῷ στόματί μου.
2
LXX: Psa.33:3
ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν.
3
LXX: Psa.33:4
μεγαλύνατε τὸν κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
4
LXX: Psa.33:5
ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με.
5
LXX: Psa.33:6
προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
6
LXX: Psa.33:7
οὗτος πτωχὸς ἐκέκραξεν, καὶ κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
7
LXX: Psa.33:8
παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
8
LXX: Psa.33:9
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ' αὐτόν.
9
LXX: Psa.33:10
φοβήθητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
10
LXX: Psa.33:11
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. διάψαλμα.
11
LXX: Psa.33:12
δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον κυρίου διδάξω ὑμᾶς.
12
LXX: Psa.33:13
τίς ἐστιν ἄνθρωπος θέλων ζωὴν ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
13
LXX: Psa.33:14
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
14
LXX: Psa.33:15
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
15
LXX: Psa.33:16
ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
16
LXX: Psa.33:17
πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
17
LXX: Psa.33:18
ἐκέκραξαν οἱ δίκαιοι, καὶ κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς.
18
LXX: Psa.33:19
ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
19
LXX: Psa.33:20
πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς.
20
LXX: Psa.33:21
κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
21
LXX: Psa.33:22
θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.
22
LXX: Psa.33:23
λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν.
Copyright information for LXX